1
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Compare
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13
2
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33
Βλέπετε, ἀγρυπνεῖτε, προσεύχεσθε. Οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33
3
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
Ὅταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσετε μηδὲ μελετᾶτε. Ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
4
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31
Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31
5
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32
»Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32
6
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7
Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7
7
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35-37
Γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται—ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ— μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. Ἃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω· Γρηγορεῖτε.»
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35-37
8
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8
Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. Ἀρχαὶ ὠδίνων ταῦτα.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8
9
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10
Καί, εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10
10
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6
Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι ‹Ἐγώ εἰμι,› καὶ πολλοὺς πλανήσουσιν.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6
11
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9
»Βλέπετε δὲ ὑμεῖς ἑαυτούς, παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9
12
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22
Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22
13
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24-25
»Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ‹ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.›
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24-25
Home
Bible
Plans
Videos