Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλόν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου. Καὶ εἶπεν αὐτῷ ὁ διάβολος· «Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν. Σὺ οὖν, ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοὶ πᾶσα.» Καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται, ‹Προσκυνήσεις Κύριον τὸν Θεόν σου, καὶ αὐτῷ μόνῳ λατρεύσεις.› »