1
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:1
μετάφραση των εβδομήκοντα
Καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω ἐπὶ πάντα τὰ ἔθνη τῆς γῆς
Compare
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:1
2
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:2
καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται, καὶ εὑρήσουσί σε· ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:2
3
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:13
Καταστήσαι σε Κύριος ὁ Θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐρὰν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:13
4
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:12
Ἀνοίξαι σοι Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθὸν, τὸν οὐρανὸν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ· εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου· καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ. καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:12
5
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:7
Παραδῷ Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σέ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:7
6
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:8
Ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμείοις σου, καὶ ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:8
7
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:6
Εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:6
8
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:3
εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῶ.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:3
9
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:4
Εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γης σου, καὶ τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:4
10
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:9
Ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου· ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:9
11
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:5
Εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:5
12
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:11
Καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου, καὶ ἐπὶ τοῖς γεννήμασι τῆς γῆς σου, ἐπὶ τῆς γῆς σου ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:11
13
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:10
καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:10
14
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:14
Οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ, πορεύσεθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:14
15
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:15
Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται, καὶ καταλήψονταί σε.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 28:15
Home
Bible
Plans
Videos