1
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 15:10
μετάφραση των εβδομήκοντα
Διδοὺς δώσεις αὐτῷ, καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται· καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ, ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσι οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.
Compare
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 15:10
2
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 15:11
Οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς σου· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο, λέγων, ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 15:11
3
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 15:6
ὅτι Κύριος ὁ Θεός σου εὐλόγησέ σε ὃν τρόπον ἐλάλησέ σοι· καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ· καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.
Explore ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 15:6
Home
Bible
Plans
Videos