1
ΚΑΤΑ ΛΟΥΚΑΝ 16:10
Scrivener’s Textus Receptus 1894
ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
Compare
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 16:10
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 16:13
οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 16:13
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 16:11-12
εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 16:11-12
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 16:31
εἶπε δὲ αὐτῷ, Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδέ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 16:31
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 16:18
πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει· καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 16:18
Home
Bible
Plans
Videos