1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:4
SBL Greek New Testament
ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:4
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:5
μνημόνευε οὖν πόθεν ⸀πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί ⸀σοι, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:5
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10
⸀μηδὲν φοβοῦ ἃ μέλλεις ⸀πάσχειν. ⸀ἰδοὺ μέλλει ⸀βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ⸀ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:7
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ ⸀θεοῦ.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:7
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:2
Οἶδα τὰ ἔργα σου, καὶ τὸν ⸀κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ⸀ἀποστόλους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς·
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:2
6
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:3
καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ ⸂οὐ κεκοπίακες⸃.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:3
7
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:17
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω ⸀αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:17
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos