1
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13
SBL Greek New Testament
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Compare
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13
2
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33
βλέπετε ⸀ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33
3
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
⸂καὶ ὅταν⸃ ⸀ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11
4
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31
ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ ⸀μὴ ⸁παρελεύσονται.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31
5
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32
6
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7
ὅταν δὲ ⸀ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7
7
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35-37
γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ ὀψὲ ἢ ⸀μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· ⸀ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35-37
8
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8
ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται ⸀λιμοί· ⸀ἀρχὴ ὠδίνων ταῦτα.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8
9
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10
καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ⸃ κηρυχθῆναι τὸ εὐαγγέλιον.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10
10
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6
⸀πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6
11
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9
βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9
12
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν τοὺς ἐκλεκτούς·
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22
13
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24-25
Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες⸃, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
Explore ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24-25
Home
Bible
Plans
Videos