1
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38
SBL Greek New Testament
δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον ⸀σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ⸂ᾧ γὰρ μέτρῳ⸃ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
Compare
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ⸀αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ ⸀πονηρὸς ἐκ τοῦ ⸀πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ ⸀περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:35
πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:35
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36
⸀γίνεσθε οἰκτίρμονες ⸀καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37
Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· ⸀καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28
Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ⸀ὑμᾶς, προσεύχεσθε ⸀περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31
καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ⸀ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30
τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. ⸀παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30
9
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43
Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ ⸀πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43
10
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44
ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου ⸂σταφυλὴν τρυγῶσιν⸃.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44
Home
Bible
Plans
Videos