1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
Byzantine Textform 2018
Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ• ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν.
قارن
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός• ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι•
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς• καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
Ἐγώ εἰμι ἡ θύρα• δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
Ὁ πατήρ μου ὃς δέδωκέν μοι, μείζων πάντων ἐστίν• καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα• καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
¶ Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
Ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει• καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής.
اكتشف ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
الصفحة الرئيسية
الكتاب المقدس
خطط
فيديوهات